March 22, 2020 - Rejoice, the faithful guide

22 Μαρτίου 2020 - Χαίροις ὁ τῶν τυφλῶν ὁδηγός

«Χαίροις τῶν τυφλῶν ὁδηγός, τῶν ἀσθενούντων ἰατρός,
ἀνάστασις, ἁπάντων τῶν τεθνεώτων, ὁ ἀνυψώσας ἡμᾶς,
εἰς φθορὰν πεσόντας,
Σταυρὲ τίμιε·
δι᾿ οὗ διαλέλυται, ἡ φθορὰ καὶ ἐξήνθησεν, ἡ ἀφθαρσία,
καὶ βροτοὶ ἐθεώθημεν, καὶ διάβολος, παντελῶς καταβέβληται. Σήμερον ἀνυψούμενον, χερσὶ καθορῶντές σε, Ἀρχιερέων ὑψοῦμεν, τὸν ὑψωθέντα ἐν μέσῳ σου, καὶ σὲ προσκυνοῦμεν, ἀρυόμενοι πλουσίως τὸ μέγα ἔλεος.»